Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.100
Not analysed yet
Ἐπειδὴ δὲ καὶ δαιμόνων ἐμνήσθην, προὔργου οἶμαι καὶ περὶ τούτων ἅ γε δοξάζομεν ἐπιδεῖξαι. Ἡμεῖς γὰρ τούτους καὶ τὸν τούτων γε ἄρχοντα, ὃν Σατανᾶν τὰ θεῖα προσαγορεύει λόγια—δηλοῖ δὲ τοὔνομα τὸν ἀποστάτην κατὰ τὴν Ἑβραίων φωνήν· καλεῖ δὲ αὐτὸν καὶ διάβολον, ὡς τὸν Θεὸν παρὰ τοῖς ἀνθρώποις συκοφαντοῦντα καὶ αὐτοῖς γε τοῖς ἀνθρώποις ἔριν πρὸς ἀλλήλους καὶ διαμάχην ἐμβάλλοντα—