Ancient Greek
3.98 to 3.99
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.98-99
Not analysed yet
δὲ Γανυμήδους πέρι καὶ Λήδας καὶ Δανάης καὶ Σεμέλης καὶ Ἀλκμήνης καὶ τῶν ἄλλων τῶν παμπόλλων μυθολογούμενα καὶ λέγειν αἰσχύνομαι, καὶ περιττὸν οἶμαι ποιεῖν πρὸς εἰδότας τούσδε τοὺς μύθους διεξιὼν καὶ τὴν ποιητικὴν δυσοσμίαν ἀνακινῶν, ὧν τὴν μυθολογίαν αἰσχυνόμενοι μὲν ἀποκαλεῖτε ψευδῆ, πάλιν δ' αὖ ὡς ἀληθῆ θεολογίαν ἀσπάζεσθε. Παράθετε τοιγαροῦν τὰ παρ' ὑμῶν περὶ τῶν ἀσωμάτων μέν, γενητῶν δὲ φύσεων μυθολογούμενα τοῖς παρ' ἡμῶν περὶ τῶν ἐπουρανίων δυνάμεων λεγομένοις, καὶ ἀθρήσατε τὸ διάφορον· καὶ λογισμῷ γε σώφρονι διακρίνατε, πότερα τούτοιν ταῖς ἀοράτοις οὐσίαις ἁρμοδιώτερα. Εὑρήσετε γάρ, ὀρθῇ γε ψήφῳ διαγινώσκειν ἐθέλοντες, οὐχ ἁγίοις ἀγγέλοις, ἀλλὰ δαίμοσι πρόσφορα παμπονήροις τὰ παρ' ὑμῶν θρησκευόμενα.