Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.103
Not analysed yet
Ταῦτα μὲν οὖν ἡμεῖς τῆς ἐναντίας πέρι δοξάζειν δυνάμεως ἐδιδάχθημεν· ὁ δέ γε Πλάτων ὁποῖα καὶ περὶ τῶνδε πεφρόνηκε, ῥᾷστα γνοίη τις ἂν ἐντυχών, οἷς ἐκεῖνος ἔγραψεν ἐν τῷ δεκάτῳ τῶν Νόμων· λέγει δὲ οὕτως· «Ψυχὴν δὲ διοικοῦσαν καὶ ἐνοικοῦσαν πᾶσι τοῖς πανταχῇ κινουμένοις λέγοντας, οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; Τί μήν; Μίαν ἢ πλείους; Ἐγὼ ὑπὲρ σφῷν ἀποκρινοῦμαι. Δυοῖν μὲν οὖν γέ που ἐλάττω μὴ τιθῶμεν. Τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάσασθαι.»