Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.104
Not analysed yet
Τοιαῦτα μὲν οὖν ἐκεῖνος γέγραφεν· ὅσης δὲ ταῦτα ἀτοπίας μεστά, αὐτίκα δὴ καταμαθεῖν εὐπετές. Ψυχὴν γὰρ δὴ κέκληκε τὴν τὰ ὁρώμενα πάντα καὶ μέντοι καὶ τὰ ἀόρατα ἰθύνουσαν δύναμιν· ταύτην δὲ οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανὸν οἰκονομεῖν ἔφησεν. Εἶτα ἐρόμενος, εἰ μίαν ἢ πλείους χρὴ λέγειν, ἀπεκρίνατο, ὡς οὐ δεῖ λέγειν τῶν δύο ἐλάττους· καὶ τὴν μὲν ἐκάλεσεν εὐεργέτιν, τὴν δὲ τῶν ἐναντίων ἐργάτιν, καὶ τὴν ἴσην καὶ τῇ ἀγαθῇ καὶ τῇ πονηρᾷ προσεκλήρωσε δύναμιν· καὶ μέντοι καὶ τὸν οὐρανὸν οἰκονομεῖν ἔφησε τὴν τῆς κακίας δημιουργόν.