Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.106
Not analysed yet
Ἐν μόνοις γὰρ τοῖς υἱοῖς τῆς ἀπειθείας ἐνεργεῖν αὐτὸν ὁ θεῖος ἀπόστολος εἴρηκεν. Περὶ τούτου πάλιν ὁ Πλάτων καὶ ταῦτα εἴρηκεν ἐν τῷ Φαίδρῳ· «Ἔστι μὲν οὖν καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἀνέμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν.» Ταύτῃ γάρ τοι οἷον δελέατι κεχρημένος καὶ τὸ ἄγκιστρον τὸ ὀλέθριον κατακρύπτων, τοὺς μὲν εὐεξαπατήτους ἀποβουκολεῖ καὶ διόλλυσι τῶν ἀνθρώπων, οἱ δέ γε τὸν νοῦν ἐρρωμένοι προορῶσι τὰς πάγας καὶ ταύτας ὑπερπηδῶσιν.