Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.107
Not analysed yet
Ἀτὰρ οὖν καὶ τὰς περὶ τούτων δόξας ἐκ παραλλήλου θέντες, ἀθρήσατε, πότερα τούτων ἁρμοδιώτερα Θεῷ· τὸ τὸν ἀγαθὸν πονηρᾶς φύσεως φάναι δημιουργὸν καὶ τούτῳ μὴ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανὸν ἐγχειρίσαι καὶ ἐπιτρέψαι οἱ κυβερνᾶν, ᾗ βούλεται· ἢ τοὐναντίον εἰπεῖν, ὡς ἀναίτιος μὲν κακῶν παντάπασιν ὁ Θεός, αἱρέσει δὲ γνώμης οἱ δαίμονες γεγένηνται πονηροί, ὥσπερ δὴ καὶ τῶν ἀνθρώπων οἱ πλεῖστοι.