Ancient Greek
3.11 to 3.12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.11-12
Not analysed yet
Καίτοι γε προορῶν, ἅτε δὴ πάνσοφος ὤν, ὁ δημιουργὸς τόνδε τῶν ἀνθρώπων τὸν πλάνον, πάθη τινὰ ξυνεκλήρωσε τοῖς στοιχείοις, ἵνα τὸ μὲν κάλλος αὐτῶν καὶ τὸ μέγεθος θαυμάζεσθαι παρασκευάζῃ τὸν ποιητήν, τὰ δέ γε ξυνεζευγμένα παθήματα κωλύῃ τὴν θείαν αὐτοῖς προσφέρειν προσκύνησιν. Αὐτίκα τοίνυν τὸν φανότατον ἥλιον καὶ τὴν σελήνην κρύπτει μὲν νέφη σμικρά, ὀμίχλη δὲ καὶ ἀχλὺς ἀμβλυτέρας αὐτοῖν τὰς ἀκτῖνας ποιεῖ, ἔστι δὲ ὅτε καὶ πάμπαν μεσούσης ἡμέρας, οὔτε νεφῶν ἐπιπροσθούντων οὔτε κεχυμένης ὁμίχλης, φροῦδον γίνεται τοῦ ἡλίου τὸ φῶς· ταὐτὸ δὲ τοῦτο καὶ τῇ σελήνῃ νύκτωρ τὸ πάθος προσγίνεται.