Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.10
Not analysed yet
Ὁ μὲν οὖν δημιουργός, ὡς ἔφην, τοσαύτην τῶν ἀνθρώπων πεποίηται προμήθειαν· οἱ δέ, τῶν μεγίστων τούτων δωρεῶν τετυχηκότες, ποδηγεῖσθαι δέον ἐκ τούτων καὶ τὸν τούτων δημιουργόν τε καὶ χορηγὸν ὡς μεγαλόδωρον ἀνυμνεῖν, τὸν μὲν ἀγέραστον εἴασαν, «ἐσεβάσθησαν δὲ καὶ ἐλάτρευσαν», ἀποστολικῶς εἰπεῖν, «τῇ κτίσει παρὰ τὸν κτίσαντα», καὶ τῶν δωρεῶν τό τε μέγεθος καὶ τὸ κάλλος ἀφορμὴν αὐτοῖς ἀχαριστίας προὐξένησεν. Τὸν γὰρ δοτῆρα τούτων ἠγνόησαν καὶ τούτοις τὸ τῷ Θεῷ προσῆκον ἀπένειμαν σέβας.