Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.14
Not analysed yet
Καὶ μέντοι καὶ τὸν ἀέρα ζωῆς μὲν ἡμῖν ἀπέφηνε ξυνεργόν· τοῦτον γάρ τοι οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ τῶν ἀλόγων ἕκαστον ἀναπνέον διαζῇ, καὶ τῇ εἰσροῇ τὴν ἔμφυτον κεράννυσι θερμασίαν· ἀλλ' ὅμως καὶ λοιμώδης ἐκ τοῦ ἀέρος ἐπιγίνεται νόσος, καὶ φθείρεται τὰ σώματα τῇ εὐκρασίᾳ τῇ τούτου τρεφόμενα, ὅπως ἂν μὴ καὶ τοῦτον θεὸν ὑπολάβωμεν, ἀλλὰ τρεπτὸν καὶ ἀλλοιωτὸν ὁρῶντες ἀποδράσωμεν τὴν προσκύνησιν.