Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.15
Not analysed yet
Καὶ τὴν γῆν δὲ ὡσαύτως φερέσβιον μὲν καὶ πλουτοδότειραν καὶ μητέρα καὶ τιθήνην καὶ κοινὸν ἔδαφος ἀπέφηνεν ὁ δημιουργός· ἀλλ' ὡς ἂν μὴ ταῦτα ὁρῶντες ἀποβουκοληθῶμεν καὶ θεοποιήσωμεν ὡς ἀγαθῶν χορηγόν, πολλὰ καὶ ταύτῃ καὶ διάφορα ξυνεκλήρωσε πάθη· καὶ γὰρ ψυχρότητος αὐτῇ καὶ θερμότητος ἀμετρία λυμαίνεται, καὶ πέρα τῆς χρείας ὑομένη διαλύεται καὶ διαφθείρει καὶ τὰ φυτὰ καὶ τὰ σπέρματα· καὶ αὖ πάλιν, τῶν νεφῶν κατὰ καιρὸν τὰς ὠδῖνας οὐ προχεόντων, διαυαίνεταί τε καὶ ἄκαρπος γίνεται· πολλάκις δὲ καὶ ψεκάδες οὐκ εἰς καιρὸν φερόμεναι σηπεδόνα ἐμποιοῦσι, καὶ κνώδαλα ἄττα καὶ θηρία τίκτειν ἐπὶ λύμῃ τῶν ἀνθρώπων βιάζεται.