Ancient Greek
3.17 to 3.18
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.17-18
Not analysed yet
Διὸ δὴ μάλα γε ἁρμοδίως τὸ «ἀναλόγως» τῷ λόγῳ προστέθεικεν. Ὅταν γὰρ ἴδωμεν τῶν οὐρανῶν τὰ κύτη καὶ τῆς γῆς τὸ εὖρος καὶ τῶν πελαγῶν τὰ μεγέθη καὶ τὴν ἡλίου λαμπρότητα καὶ τῆς σελήνης τὸ σέλας καὶ τἄλλα ὅσα ἐστὶν ὁρατά, οὐ τούτοις παρισοῦμεν τὸν ποιητήν, ἀλλ' ἀπείρῳ τινὶ καὶ μεγέθει καὶ κάλλει κρείττονα τῶν ποιημάτων εἶναί φαμεν. Εἰκότως οὖν ἄρα ὁ σοφὸς ἐκεῖνος ἀνὴρ ἔφησεν· «Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.» Τοῦτον ἐμπεδοῖ τὸν λόγον καὶ ὁ θεῖος ἀπόστολος, λέγων ὡδί· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.»