Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.19
Not analysed yet
Διὰ γὰρ δὴ τῶν ὁρωμένων τὸν ἀόρατον φανταζόμεθα ποιητήν. Καὶ καθάπερ κιβωτὸν ἢ βάθρον ὁρῶντες, οὐ τέκτονα ταῦτα καλοῦμεν, ἀλλὰ τέκτονος ὀνομάζομεν ἔργα, καὶ σκάφος ἄριστα κατεσκευασμένον θεώμενοι, οὐ μόνον ἐκεῖνο θαυμάζομεν, ἀλλὰ καὶ τὸν ναυπηγόν, ὅτι μάλιστα καὶ μὴ παρόντα, ἐπαινοῦμεν, κἂν ὅρμον ἴδωμεν ἢ ἄλλο τι περιδέραιον εὖ ἠσκημένον, τῷ χρυσοχόῳ τὴν εὐφημίαν προσφέρομεν· οὕτω δὴ καὶ τῇ κτίσει τὼ ὀφθαλμὼ προσφέροντες, ἀγάμεθα μὲν ταύτης καὶ τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τὴν ἀναβλύζουσαν χρείαν, καταλιπὼν δὲ ταῦτα ὁ νοῦς πρὸς ἐκεῖνόν γε τρέχει τὸν ταῦτα σοφῶς τεκτηνάμενον.