Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.21
Not analysed yet
ὅθεν εἰκότως ἐπήγαγεν· «Εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.» Αὔξων δὲ τὴν κατηγορίαν, καὶ τὴν οἴησιν αὐτῶν εἰς μέσον προτέθεικεν· «Φάσκοντες» γάρ φησιν «εἶναι σοφοί, ἐμωράνθησαν.» Λέγει δὲ καὶ τῆς ἀνοίας τὰ εἴδη· «Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου.»