Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.22
Not analysed yet
Ἄφθαρτον γὰρ δὴ τὸν Θεὸν ὀνομάζοντες, τῶν φθειρομένων σωμάτων εἰκόνα κατασκευάσαντες—οὐ γὰρ δὴ τῆς ἀθανάτου ψυχῆς ἴσασι τὴν ἰδέαν—ταύτῃ τὸ θεῖον προσένειμαν σέβας. Καὶ οὐκ ἀπέχρησεν αὐτοῖς εἰς ἀσέβειαν ἡ τῆσδε τῆς ἀφροσύνης ἀπόνοια, ἀλλὰ καὶ πτηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν κατασκευάσαντες δείκηλα, θεοὺς καὶ ταῦτα κεκλήκασι· καὶ ἅπερ ζῶντα κτείνουσιν ὡς ἰοβόλα τε καὶ ὀλέθρια, τούτων τὰς εἰκόνας θεοὺς σωτῆρας ὠνόμασαν.