Ancient Greek
3.29 to 3.30
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.29-30
Not analysed yet
Καὶ γὰρ καὶ οὗτοι καὶ Ἡρακλῆς καὶ πρὸς τούτοις Ὀρφεύς, τῇ κιθάρᾳ χρώμενος καὶ τοῖς κρούμασι τοὺς ἰχθύας καταθέλγων καὶ ἕπεσθαι τῇ τῆς ἠχῆς ἁρμονίᾳ καταναγκάζων, τὸν τῶν Ἀργοναυτῶν ἐπλήρουν κατάλογον· ὅτι δὲ μιᾷ γενεᾷ τῶν Τρωϊκῶν οὗτοί γε ἦσαν πρεσβύτεροι, ἐν τῇ πρὸ ταύτης ἀπεδείξαμεν διαλέξει. Καὶ τὸν Διόνυσον δέ, ὡς πρῶτον ἄμπελον πεφυτευκότα καὶ τὸν ταύτης καρπὸν ἀποθλίψαντα καὶ δείξαντα τοῦ οἴνου τὴν χρείαν, τῷ τῶν ἄλλων θεῶν ξυνέταξαν ὁρμαθῷ. Τὴν δέ γε Ἀφροδίτην, οὐδὲ εὐεργεσίας τινὸς ἄρξασαν, ἀλλὰ καὶ ἀκολασίας γεγενημένην διδάσκαλον—χαμαιτύπην γὰρ αὐτὴν καὶ ἑταίραν γεγενῆσθαί φασι καὶ ἐρωμένην Κινύρου—