Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.31
Not analysed yet
θεὰν ὠνομάκασιν. Καὶ θαυμαστὸν οὐδέν· οἱ γὰρ δὴ καὶ τοῖς ἰοβόλοις τῶν ἑρπετῶν τήνδε τὴν προσηγορίαν προσνείμαντες σχολῇ γ' ἂν τὰς γυναῖκας τοῦδε τοῦ γέρως ἐστέρησαν. Καὶ μὲν δὴ καὶ τὸν Γανυμήδην, καθά φασιν οἱ ποιηταί, . . . ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν. Καὶ τὴν Ἑλένην δέ, μετὰ τὴν πολυθρύλητον καὶ παμπόλλην μοιχείαν, τοῦ Μενέλεω χωρίσαντες, εἰς τὸν οὐρανόν, ᾗ φησιν Εὐριπίδης, ἀνήγαγον.