Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.38
Not analysed yet
Δῆλος οὖν ἐστι τὸν Ἀθηναίων ὅμιλον ὀρρωδῶν καὶ τὸν ἐκεῖνον κατέχοντα πλάνον. Καὶ ὅτι γε τοῦτο ἀληθές, μάρτυς αὐτὸς, ὧδε λέγων ἐν Πολιτείᾳ· «Πρῶτον μέν, ἦν δ' ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐκ ἀληθῶς ἐψεύσατο, ὅτι Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. Ὅτι δὲ δὴ τὰ περὶ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος, οὐδ' ἂν εἰ ἦν ἀληθῆ, δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δὲ ἀνάγκη τις ἦν λέγειν, δι'