Ancient Greek
3.35 to 3.37
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.35-37
Not analysed yet
Εἶτα τὸν Ἡσίοδον εἰς μέσον παράγει καὶ τὸ Χάος καὶ τὸν Ὠκεανὸν καὶ τὴν Τηθὺν καὶ τὸν Οὐρανὸν καὶ τὴν Γῆν καὶ τούτοιν τοὺς παῖδας, τὸν Κρόνον, τὴν Ῥέαν, τὸν Ἰαπετὸν καὶ τοὺς ἄλλους· καὶ αὖ πάλιν τοὺς ἐκ Κρόνου καὶ Ῥέας φύντας, τὸν Δία, τὴν Ἥραν, τὸν Ποσειδῶνα, τὸν Πλούτωνα. Καὶ οὐκ ἐρυθριᾷ ὁ φιλόσοφος πιστεύειν κελεύων τοῖς τὰ τοιαῦτα μυθολογοῦσι καὶ ἀκολάστους ἡμῖν θεοὺς καὶ πατραλοίας καὶ παιδοκτόνους εἰσάγουσιν. Ὅ τε γὰρ Κρόνος Οὐρανοῦ τοῦ πατρὸς ἐξέτεμε τὰ αἰδοῖα καὶ τοὺς τικτομένους αὐτῷ κατέπινε παῖδας, ὅ τε Ζεύς, τὸν πατέρα τὸν Κρόνον ἐξελάσας τῆς βασιλείας καὶ παραδοὺς τῷ Ταρτάρῳ, τύραννος ἀνεφάνη καὶ λίαν ἀκόλαστος· οὐ γὰρ δὴ μόνην τὴν ἀδελφήν, ἀλλὰ καὶ τὴν μητέρα καὶ τὴν θυγατέρα γαμετὰς ἐποιήσατο, καὶ πρὸς ταύταις ἄλλαις καὶ θεαῖς καὶ γυναιξὶ ξυνεμίγη μυρίαις. Ἀλλ' ὅμως καὶ ταῦτα ὁ Πλάτων σαφῶς ἐπιστάμενος, πιστεύειν τοῖς ποιηταῖς παρεγγύησε, καὶ ταῦτα ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι, διὰ μόνον γε τὸν νόμον.