Ancient Greek
3.4 to 3.6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.4-6
Not analysed yet
Οὔκουν μόνοι γε ἄθεοι Διαγόρας ὁ Μιλήσιος καὶ ὁ Κυρηναῖος Θεόδωρος καὶ Εὐήμερος ὁ Τεγεάτης καὶ οἱ τούτοις ἠκολουθηκότες, παντάπασι φάντες μὴ εἶναι θεούς, ὡς ὁ Πλούταρχος ἔφη, ἀλλὰ καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ αἱ τῶν φιλοσόφων ξυμμορίαι, παμπόλλους μὲν θεῶν μυθολογήσαντες ὁρμαθούς, ἀνδραποδώδεις δέ τινας καὶ παθῶν ἀνθρωπίνων ἀποφήναντες δούλους. Εἰσὶ δὲ οἳ καὶ ἀνέδην τὰ αἴσχιστα πάθη, τὰ παρὰ σφῶν κατηγορούμενα, καὶ ὧν ἐπιμελῶς κρατεῖν τοῖς νέοις παρακελεύονται, θεούς τε ὠνόμασαν καὶ ὡς θεοῖς τὸ γέρας ἀπένειμαν. Ὡς δέ φησιν ὁ Σικελιώτης Διόδωρος, Αἰγύπτιοι τὸν ἥλιον καὶ τὴν σελήνην θεοὺς ὠνόμασαν πρῶτοι καὶ ἐκάλεσαν τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἶσιν· καὶ Φοίνικας δὲ ὡσαύτως παρ' ἐκείνων τοῦτο μεμαθηκότας τὴν Αἰγυπτίων ζηλῶσαι θεοποιΐαν.