Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.7
Not analysed yet
Ξυνομολογεῖ δὲ καὶ ὁ Πλάτων ἐν τῷ Κρατύλῳ, καὶ τοὺς Ἕλληνας τόνδε πρῶτον περὶ τῶν καλουμένων θεῶν τὸν πλάνον εἰσδέξασθαι, λέγει δὲ ὧδε· «Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων οἱ περὶ τὴν Ἑλλάδα τούτους μόνους ἡγεῖσθαι θεούς, οὕσπερ νῦν οἱ πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως, τῆς τοῦ θεῖν, θεοὺς αὐτοὺς ἐπονομάσαι.»