Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.40
Not analysed yet
Οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν οὐδὲ ἄλλῳ, ἦν δ' ἐγώ, τὸ παράπαν, ὡς οἱ θεοὶ θεοῖς πολεμοῦσι καὶ ἐπιβουλεύουσι καὶ μάχονται· οὔτε γὰρ ἀληθῆ οὔτε ξύμφορα· εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάττειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. Πολλοῦ γε δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ὑφαντέον καὶ ἄλλας ἐπιβουλὰς παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς ξυγγενεῖς τε καὶ οἰκείους αὐτῶν.»