Ancient Greek
3.41 to 3.42
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.41-42
Not analysed yet
Ἔπειτα νομοθετήσας, τίνα χρὴ προσφέρειν τοῖς νέοις μαθήματα, προστέθεικε καὶ ταῦτα· «Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν, καὶ θεομαχίας, ὅσας Ὅμηρος πεποίηκεν, οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτε ἐν ὑπονοίαις οὔτε ἄνευ ὑπονοιῶν.» Ταῦτα ἐγὼ οἶμαι καὶ τοῖς πάμπαν λόγων ἀμυήτοις ἐπίδηλα εἶναι, ὡς ἄντικρυς ἐναντία τοῖς ἐν τῷ Τιμαίῳ γραφεῖσιν αὐτῷ. Ἐκεῖ γὰρ ἀδηρίτως τε καὶ ἀναμφισβητήτως τοῖς ποιηταῖς πιστεύειν προσέταξε, καὶ ταῦτα ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν· ἐνταῦθα δὲ ἀνέδην αὐτοὺς ἐκωμῴδησεν, ὡς ψευδῆ ἄττα καὶ βλάσφημα διαπλάσαντας.