Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.47
Not analysed yet
καὶ μάρτυς ἀξιόχρεως ὁ Ἁλικαρνασεὺς Διονύσιος ἐν τῇ Ῥωμαϊκῇ ἀρχαιολογίᾳ τοιάδε περὶ Ῥωμαίων ξυγγράψας· «Οὔτε γὰρ Οὐρανὸς ἐκτεμνόμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων παρὰ Ῥωμαίοις λέγεται, οὔτε Κρόνος ἀφανίζων τὰς ἑαυτοῦ γονάς, φόβῳ τῆς ἐξ αὐτῶν ἐπιθέσεως, οὔτε Ζεὺς καταλύων τὴν Κρόνου δυναστείαν καὶ κατακλείων ἐν τῷ δεσμωτηρίῳ τοῦ Ταρτάρου τὸν ἑαυτοῦ πατέρα.» Καὶ τὰς ἄλλας δὲ τῶν Ἑλλήνων ὁμοίως μυθολογίας τε καὶ τελετὰς λέγει παρὰ Ῥωμαίων ἐκβάλλεσθαι.