Ancient Greek
3.45 to 3.46
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.45-46
Not analysed yet
Ταῦτα δὲ καὶ ὁ Μανεθὼς καὶ ὁ Διόδωρος γράφει. Τῆς δὲ χθονίας δυνάμεως τὸ ἡγεμονικὸν Ἑστίαν ὠνόμασαν, Ῥέαν δὲ τὴν πετρώδη καὶ ὄρειον, Δήμητρα δὲ τὴν πεδινήν, τὴν δὲ φυτικὴν δύναμιν Διόνυσον προσηγόρευσαν· τὴν δέ γε σελήνην, παρὰ τὸ σέλας ὀνομαζομένην, Ἄρτεμιν ὠνόμασαν, οἷον ἀερότεμιν, ἅτε δὴ διὰ τοῦ ἀέρος ἰοῦσαν καὶ τοῦτον τέμνουσαν. Ταύτῃ δὲ τὸν Ἄπιν, τὸν βοῦν δὴ λέγω, Αἰγύπτιοι τρέφουσι, τὸν δὲ Μνεῦιν τῷ ἡλίῳ. Οὕτως ἐρυθριάσαντες τῶν φιλοσόφων τινὲς τοὺς μύθους τῶν ποιητῶν εἰς ἀλληγορίαν ἐτρέποντο. Τὴν δὲ μυθολογίαν ἐκείνην οὐδὲ Ῥωμαῖοι προσεδέξαντο πώποτε·