Ancient Greek
3.54 to 3.56
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.54-56
Not analysed yet
Ὅτι δὲ καὶ κατὰ τὸν τῆς ἀλληγορίας διεφώνουν λόγον, ἴδοι τις ἂν ἀκριβῶς τοῖς τῶν φιλοσόφων ξυγγράμμασιν ἐντυχών. Πλάτων μὲν γὰρ ἀέρα τὴν Ἥραν ὠνόμασε· Πλούταρχος δὲ ὁ Χαιρωνεὺς τὴν γῆν προσηγόρευσεν Ἥραν, Λητὼ δὲ τὴν λήθην ἢ τὴν νύκτα, ἐν ᾗ οἷόν τινα λήθην ἡ διάνοια δέχεται. Ὁ δὲ Ὀρφεύς· γῆ φησι μήτηρ πάντων, Δημήτηρ πλουτοδότειρα. Ὅτι δέ γε καὶ τὰς ἀλλήλων θεολογίας ἀνέτρεπον, ὁ Πλάτων ἐν Ἐπινομίδι δηλοῖ, λέγων ὡδί· «Θεολογίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς ἔοικε, πρῶτον ἐμοί, κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ὕστερον λόγον, ἀναλαβόντα καὶ πρὸς τοὺς εὐσεβεῖς ἐληλυθότα λόγους.» Περὶ δέ γε τῶν θεοποιηθέντων ἀνθρώπων ὁ Πλούταρχος ἐν τῷ ξυγγράμματι τῷ Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων ὧδέ φησιν· «Τὰ δὲ Γιγαντικά τε καὶ Τιτανικὰ παρ' Ἕλλησιν ᾀδόμενα καὶ πολλαί τινες ἄθεσμοι πράξεις καὶ Τυφῶνος ἀντιτάξεις πρὸς Ἀπόλλωνα φυγαί τε Διονύσου καὶ πλάνη Δήμητρος οὐδὲν ἀπολείπουσι τῶν Ὀσιρικῶν καὶ Τυφωνικῶν, ὧν παρὰ πᾶσιν ἀνέδην ἔστι μυθολο-