Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.57
Not analysed yet
γουμένων ἀκούειν.» Καὶ πάλιν ὁ αὐτὸς καὶ τάδε φησίν· «Ἐπεὶ καὶ Σολύμους πυνθάνομαι τοὺς Λυκίων προσοίκους ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπειδὴ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν, Ἄρσαλον καὶ Ἄρυον καὶ Τόσοβιν, ἔφυγε καὶ μετεχώρησεν ὁπουδήποτε—τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν—ἐκεῖνον μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ Ἄρσαλον σκιρροὺς θεοὺς προσαγορεῦσαι, καὶ τὰς κατάρας ἐπὶ τούτων ποιεῖσθαι ἰδίᾳ καὶ δημοσίᾳ Λυκίους.»