Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.61
Not analysed yet
Εἰς καιρὸν δέ μοι προσήκει τοῖς τοῦ Πορφυρίου παραθεῖναι ῥητοῖς τοὺς τῶν Ὁμηρικῶν θεῶν λόγους· καὶ γὰρ ἐκεῖνοι τὴν λοιβὴν καὶ τὴν κνίσαν οἰκεῖον λάχος καλοῦσιν. Τοιγάρτοι ὁ Πορφύριος δῆλός ἐστι τοὺς ὑπὸ τοῦ ποιητοῦ θεοὺς καλουμένους πονηροὺς δαίμονας ὀνομάζων. Καὶ γὰρ ἐκεῖνος ἐκείνους, καὶ οὗτος τούτους λοιβῇ καὶ κνίσῃ χαίρειν ἀναφανδὸν ἰσχυρίσαντο.