Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.60
Not analysed yet
ἐγὼ δὲ αὐτοῦ τὰ ῥήματα παραθήσομαι· «Διὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα χρεία ἐπιτελεῖται. Τούτοις γὰρ μάλιστα τὴν τούτων προεστῶσαν τιμῶσιν οἱ τὰ κακὰ διὰ γοητειῶν διαπραττόμενοι. Πλήρεις γὰρ πάσης φαντασίας καὶ ἀπατῆσαι ἱκανοὶ διὰ τῆς τερατουργίας καὶ διὰ τοῦ φίλτρα καὶ ἐρωτικὰ κατασκευάζειν οἱ κακοδαίμονες. Πᾶσα γὰρ καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων, καὶ μάλιστα ἡ ἀπάτη. Τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοί· καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖ θεὸς εἶναι μέγιστος. Οὗτοι οἱ χαίροντες λοιβῇ τε κνίσῃ τε, δι' ὧν αὐτῶν τὸ σωματικὸν καὶ πνευματικὸν πιαίνεται.»