Ancient Greek
3.63 to 3.64
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.63-64
Not analysed yet
Πάλιν δ' αὖ καὶ τάδε προστέθεικεν· «Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις, καὶ τούτων ξύμβολον ὁ τρικάρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων, οὓς καταπαύει ὁ θεὸς ἔχων ὑπὸ χεῖρα· ἄρχει δὲ αὐτῶν καὶ ἡ Ἑκάτη, ὡς ξυνέχουσα κατὰ τὸ τρίστοιχον.» Ταῦτα οὐ Μωϋσῆς ὁ νομοθέτης οὐδὲ Πέτρος ἢ Παῦλος ἢ Ἰωάννης οἱ τῆς ἀληθείας κήρυκες κατὰ τῶν πονηρῶν δαιμόνων ξυνέγραψαν, ἀλλὰ Πορφύριος ὁ τῆς ἀληθείας ἀντίπαλος· καὶ τὸν Πλούτωνα καὶ τὴν Ἑκάτην ἄρχοντας τῶν πονηρῶν δαιμόνων ὠνόμασε καὶ ψευδόμενον ἔφησε μέγιστον ἑαυτὸν ὀνομάσαι θεόν.