Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.65
Not analysed yet
Καὶ ἔοικεν ἀτεχνῶς τοῦτο τὸ θαῦμα τῷ τοῦ γενναίου Σαμψὼν προβλήματι· «Ἐκ στόματος ἐσθίοντος ἐξῆλθε βρῶσις, καὶ ἐξ ἰσχυροῦ γλυκύ.» Ταῦτα γὰρ δὴ κατὰ τοῦ ψεύδους ὑπὸ τοῦ ξυνηγόρου ξυνεγράφη τοῦ ψεύδους· καὶ ὁ τῆς ἀληθείας κατήγορος ἄκων ὤφθη τῆς ἀληθείας ξυνήγορος. Ὁ γὰρ τοῦ Βαλαὰμ τοῦ μάντεως τὴν γλῶτταν ἐπαράσασθαι βουλομένην εὐλογίαν ὠδῖναι καταναγκάσας, οὗτος δῆτα καὶ τοῦδε τὴν γλῶτταν κατὰ τῆς ἀληθείας λυττῶσαν καὶ ᾄττουσαν κατὰ τοῦ ψεύδους ἄκουσαν μετατέθεικεν.