Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.67
Not analysed yet
Πολλῷ δὲ τούτων ἀλογώτερον τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ τεθνεῶτος, αὐτῷ δὲ τῷ βασιλεῖ ἡλίῳ ἢ σελήνῃ ἤ τινι τῶν κατ' οὐρανὸν ἄνθρωπον τῷ τυχόντι ὑποχείριον ἀπειλὰς προσφέροντα φοβεῖν, ψευδόμενον, ἵνα ἐκεῖνοι ἀληθεύσωσιν. Τὸ γὰρ λέγειν, ὅτι τὸν οὐρανὸν προσαράξει καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖ καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξει καὶ τὴν βάριν στήσει καὶ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερβολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι, ἃ μήτε οἶδε μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δεδοικόσιν οὕτω κενὸν φόβον καὶ πλάσματα, ὡς κομιδῇ παισὶν ἀνοήτοις;