Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.66
Not analysed yet
Οὐ μόνον δὲ τῇδε τοιούσδε λόγους ξυνέγραψεν, ἀλλὰ κἀν τῇ Πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον ἐπιστολῇ τὰ παραπλήσια τέθεικεν. Λέγει δὲ οὕτως περὶ τῶν θεῶν μὲν καλουμένων, πονηρῶν δὲ ὄντων δαιμόνων· «Πάνυ με θράττει, πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους, καὶ δίκαιον εἶναι κατηγοροῦντες τὸν θεράποντα κολάζεσθαι τὰ ἄδικα πράττοντα, αὐτοὶ κελευσθέντες ἄδικα δρᾶν ὑπομένουσι, καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων καλοῦντι οὐχ ὑπακούουσιν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν· ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσι δεῖν εἶναι τοὺς ὑποφήτας, ἵνα μὴ τοῖς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται, αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ ζῴων αἱ θεαγωγίαι ἐκτελοῦνται.