Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.72
Not analysed yet
Τούτου δὲ τοῦ πλάνου κατηγορῶν Ξενοφάνης ὁ Κολοφώνιος τοιάδε φησίν· ἀλλ' οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς, καὶ ἴσην τ' αἴσθησιν ἔχειν φωνήν τε δέμας τε. Καὶ πάλιν· ἀλλ' εἴ τοι χεῖρας εἶχον βόες ἠὲ λέοντες ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ' ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας καὶ θεῶν ἰδέας ἔγραφον καὶ σώματ' ἐποίουν τοιαῦθ' οἷόνπερ καὐτοὶ δέμας εἶχον ὅμοιον.