Ancient Greek
3.73 to 3.74
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.73-74
Not analysed yet
Εἶτα σαφέστερον κωμῳδῶν τήνδε τὴν ἐξαπάτην, ἀπὸ τοῦ χρώματος τῶν εἰκόνων διελέγχει τὸ ψεῦδος. Τοὺς μὲν γὰρ Αἰθίοπας μέλανας καὶ σιμοὺς γράφειν ἔφησε τοὺς οἰκείους θεούς, ὁποῖοι δὴ καὶ αὐτοὶ πεφύκασι, τοὺς δέ γε Θρᾷκας γλαυκούς τε καὶ ἐρυθρούς, καὶ μέντοι καὶ Μήδους καὶ Πέρσας σφίσιν αὐτοῖς ἐοικότας, καὶ Αἰγυπτίους ὡσαύτως αὐτοὺς διαμορφοῦν πρὸς τὴν οἰκείαν μορ- φήν. Ταῦτα ξυνορῶν καὶ Ζήνων ὁ Κιτιεὺς ἐν τῷ τῆς Πολιτείας ἀπαγορεύει βιβλίῳ καὶ ναοὺς οἰκοδομεῖν καὶ ἀγάλματα τεκταίνειν· οὐδὲν γὰρ εἶναι τούτων φησὶ θεῶν ἄξιον κατασκεύασμα. Ὁ δέ γε Πλάτων οὐ πάμπαν ἀπηγόρευσε τοῦτο ποιεῖν, τὴν Ἀθηναίων φιλοτησίαν, ὡς ἔοικεν, ὀρρωδήσας καὶ τὸ τῷ Σωκράτει προσενεχθὲν ὑφορώμενος κώνειον·