Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.85
Not analysed yet
Αἰγύπτιοι δὲ τοσοῦτον ταῖς αἰσχραῖς ἐδουλώθησαν ἡδοναῖς, ὡς καὶ τὸν τράγον διὰ τὴν περὶ τὰς μίξεις μανίαν ὀνομάσαι θεόν. Μενδήσιοι δὲ τοῦτον διαφερόντως τιμῶσιν. Καὶ τοῖς ἄλλοις δὲ ζῴοις αἱ ἄλλαι πόλεις θείας τιμὰς ἀφιέρωσαν· ἔσεβον γὰρ δὴ καὶ Μεμφῖται τὸν ταῦρον, καὶ Λυκοπολῖται τὸν λύκον, καὶ Λεοντοπολῖται τὸν λέοντα, καὶ μέντοι καὶ Κυνοπολῖται τὸν κύνα, καὶ ἰχθύν τινα λάτον ὀνομαζόμενον τῆς Λατοῦς οἱ οἰκήτορες, καὶ ἄλλοι τὴν ἶβιν, καὶ ἕτεροι τὸν κροκόδειλον· καὶ ἕκαστον δὲ τούτων ἐν τοῖς ἱεροῖς καθιέρωτο, καὶ τὴν κατάλληλον αὐτῷ προσέφερον ἐδωδήν· εἶτα, ὡς θεοῖς δῆθεν, τὰς θυσίας ἐπετέλουν καὶ τελευτήσαντα δὲ ταφῆς ἠξίουν πολυτελοῦς.