Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.84
Not analysed yet
περὶ τούτων παρὰ τῶν μύθων θρυλούμενα. Ἀλλὰ τούτων μὲν οὐδὲν πώποτε γεγένηται παρ' ὑμῶν, τἀναντία δὲ τούτων δρώμενα ἔστιν ἰδεῖν, θαυμαζομένους μὲν τοὺς ποιητὰς ἐπὶ τοῖς ποιήμασιν, ἐπαινουμένους δὲ ἄγαν τοὺς ἀγαλματογλύφους καὶ ἀνδριαντοποιοὺς καὶ ζωγράφους ἐπὶ τοῖς σφετέροις τεχνήμασι, προσκυνούμενα δὲ τὰ τῷ λόγῳ κατηγορούμενα ξόανα καὶ θυσίαις καὶ τελεταῖς γεραιρόμενα, καὶ τὸ σμικρὸν ἐκεῖνο ζῴδιον, τὸν Πρίαπον λέγω, μετὰ τοῦ μεγίστου καὶ τεταμένου μορίου τιμώμενον, καὶ τὸν τοῦ Διονύσου φαλλὸν ἐν τῇ φαλλαγωγίᾳ παρὰ τῶν ὀργιαζόντων προσκυνούμενον, καὶ τὸν κτένα τὸν γυναικεῖον—οὕτω δὲ τὸ γυναικεῖον ὀνομάζουσι μόριον—ἐν τοῖς Θεσμοφορίοις παρὰ τῶν τετελεσμένων γυναίων θείας τιμῆς ἀξιούμενον.