Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.89
Not analysed yet
Καὶ οὐ διαιροῦμεν εἰς ἄρρεν καὶ θῆλυ τὴν ἀσώματον φύσιν· ταύτης γὰρ δὴ τῆς διαιρέσεως ἐνδεὴς τῶν ὑπὸ τῷ θανάτῳ τελούντων ἡ φύσις, ἐπειδὴ γὰρ ἐξανδραποδίζει ταύτην ὁ θάνατος, ὁ γάμος διὰ τῆς παιδοποιΐας ἀντεισάγει τὸ δαπανώμενον· οἷον γάρ τινα ἐπισκευαστὴν ἀθανασίαν ὁ ποιητὴς τῷ θνητῷ ζῴῳ τὴν παιδοποιΐαν ἐμηχανήσατο. Ταύτῃ τοι ἀναγκαία τοῖς θνητὴν ἔχουσι φύσιν ἡ τοῦ θήλεος χρεία, τοῖς δέ γε ἀθανάτοις γεγενημένοις τὸ θῆλυ γένος παντάπασι περιττόν· οὔτε γὰρ αὔξης προσδέονται, μείωσιν οὐ δεχόμενοι, οὔτε μίξεως, σωμάτων γε ὄντες ἐλεύθεροι.