Ancient Greek
Book 3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 3.90
Not analysed yet
Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τούτων κἀκείνων ἡ ποίησις. Τοὺς μὲν γὰρ δὴ ἀνθρώπους οὐ παμπόλλους εὐθὺς ἐδημιούργησεν ὁ Θεός, ἀλλ' ἕνα ἄνδρα καὶ μίαν γυναῖκα διέπλασε καὶ διὰ τῆς τούτων κοινωνίας πᾶσαν γῆν καὶ θάλατταν τοῦδε τοῦ γένους ἐνέπλησε· τῶν ἀσωμάτων δὲ τὴν φύσιν οὐ κατὰ δύο πεποίηκεν, ἀλλ' ἀθρόαν ἐδημιούργησεν· ὅσας γάρ τοι εἶναι αὐτῶν ἐδοκίμασε μυριάδας, ἐξ ἀρχῆς ταύτας παρήγαγεν.