Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.17
Not analysed yet
Καὶ τοὺς ἀστέρας δὲ Θαλῆς μὲν γεώδεις καὶ ἐμπύρους ὠνόμασεν· ὁ δέ γε Ἀναξαγόρας ἐκ τῆς τοῦ παντὸς περιδινήσεως πέτρους εἶπεν ἀνασπασθῆναι, καὶ τούτους ἐκπυρωθέντας τε καὶ ἄνω παγέντας ἀστέρας ὀνομασθῆναι. Καὶ Δημόκριτος δὲ τοῦτον κρατύνει τὸν λόγον· ὁ δὲ Διογένης κισηροειδεῖς λέγει εἶναι τούτους, διαπνοάς τινας ἔχοντας· ὁ δὲ Ἀναξίμανδρος ξυστήματα ἄττα τοῦ ἀέρος ἔφη, τροχοειδῶς πεπιλημένα, πυρὸς ἔμπλεα εἶναι, ἀπό τινων στομίων ἀφιέντα τὰς φλόγας.