Ancient Greek
4.18 to 4.20
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.18-20
Not analysed yet
Διογένης δὲ καὶ ἐμπίπτειν εἰς τὴν γῆν τινας τούτων ἔφησε καὶ σβεννυμένους ἐλέγχεσθαι, ὅτι λίθων ἔχουσι φύσιν, καὶ μάρτυρι χρῆται τῷ ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντι ποτέ. Ὁ δὲ Πλάτων ὡς ἐπίπαν μὲν τούτους ἐκ τοῦ πυρὸς ξυνεστάναι, μετέχειν δὲ καὶ τῶν ἄλλων στοιχείων φησίν. Ὁ δέ γε Ἀριστοτέλης τοῦ πέμπτου σώματος εἴρηκε ξυγγενεῖς. Ξενοφάνης δὲ ἐκ νεφῶν μὲν λέγει πεπυρωμένων ξυνίστασθαι, σβεννυμένους δὲ μεθ' ἡμέραν νύκτωρ πάλιν ἀναζωπυρεῖσθαι, καθάπερ τοὺς ἄνθρακας. Ἡρακλείδης δὲ καὶ ἄλλοι τῶν Πυθαγορείων τινὲς ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν φασί, γῆν περιέχοντα καὶ ἀέρα· καὶ οἱ μὲν σφαιροειδεῖς τούτους εἰρήκασι, κωνοειδεῖς δὲ Κλεάνθης ὁ Στωϊκός.