Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.22
Not analysed yet
Καὶ μεγέθους δὲ πέρι καὶ σχήματος πολλὴ παρ' αὐτοῖς διαμάχη· οἱ μὲν γὰρ αὐτὸν σφαιροειδῆ φασιν, οἱ δὲ σκαφοειδῆ, οἱ δὲ ἁρματιαίῳ τροχῷ παραπλήσιον· καὶ Ἀναξίμανδρος μὲν ἑπτακαιεικοσαπλασίω τῆς γῆς τοῦτον ἔφησεν εἶναι, Ἐμπεδοκλῆς δὲ ἶσον τῇ γῇ, ὁ δὲ Ἀναξαγόρας Πελοποννήσου μείζονα, Ἡράκλειτος δὲ ποδιαῖον.