Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.23
Not analysed yet
Καὶ περὶ σελήνης δὲ ὁμοίως ὑθλοῦσιν· γεώδη μὲν γὰρ αὐτὴν ὁ Θαλῆς φησιν, Ἀναξιμένης δὲ καὶ Παρμενίδης καὶ Ἡράκλειτος ἐκ μόνου ξυνεστάναι πυρός· Ἀναξαγόρας δὲ καὶ Δημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας· ὁ δὲ Πυθαγόρας πετρῶδες σῶμα· Ἡρακλείδης δὲ γῆν ὀμίχλῃ περιεχομένην· καὶ οἱ μὲν μείζονα τῆς γῆς ἀποφαίνονται, οἱ δὲ ἰσόμετρον, οἱ δέ γε ἐλάττονα, ἄλλοι δὲ σπιθαμῆς ἔχειν διάμετρον.