Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.26
Not analysed yet
Τοῦτο δὴ ξυνορῶν ὁ Σωκράτης, μετεωρολόγοις καὶ φυσιολόγοις ἐρρῶσθαι φράσας, τὴν ἠθικὴν διδασκαλίαν ἠσπάσατο. Καὶ τοῦτο δεδήλωκεν ὁ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασι, λέγων ὡδί· «Ὅλως δὲ καὶ τῶν οὐρανίων ἕκαστα, ἃ ὁ θεὸς μηχανᾶται, φροντιστὴν εἶναι τούτων ἀπέτρεπεν. Οὔτε γὰρ εὑρετὰ ἀνθρώποις αὐτὰ ἐνόμιζεν εἶναι, οὔτε χαρίζεσθαι θεοῖς ἡγεῖτο τὸν ζητοῦντα ταῦτα, ἃ ἐκεῖνοι σαφηνίσαι οὐκ ἠβουλήθησαν· κινδυνεῦσαι δ' ἂν καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα, οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν, ὁ μέγιστον φρονήσας ἐπὶ τῷ τὰς τῶν θεῶν μηχανὰς ἐξηγεῖσθαι.»