Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.25
Not analysed yet
Τούτων δὲ ἕκαστον εἰ καὶ εὑρετὸν ἦν, ἀνόνητον παντάπασιν ἦν. Ἐπειδὴ δὲ καὶ ἀνέφικτος ἀνθρώποις ἡ εὕρεσις, ἀτεχνῶς ἐοίκασι τοῖς καθ' ὕδατος γράφουσιν ἢ κοσκίνῳ ὕδωρ ἀντλοῦσιν. Καὶ οὗτοι γὰρ δὴ κἀκεῖνοι μάταιον ἀναδέχονται πόνον καὶ εἰς οὐδὲν δέον τὴν σχολὴν ἀναλίσκουσιν.