Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.3
Not analysed yet
Καὶ τί λέγω τρεῖς ἢ τέτταρας ἢ δέκα ἢ πεντεκαίδεκα; Πᾶσαν γάρ που τὴν οἰκουμένην οὕτω διακειμένην δι' ἐκείνων γε τῶν ὀλίγων, οὓς αὐτὸς μετερύθμισεν, ἀθρόως μετέβαλε καὶ τὴν πάλαι τοῖς ἐξεστηκόσι καὶ παραπαίουσιν ἐοικυῖαν σωφρονοῦσαν ἀπέφηνεν. Τοῦτο σαφῶς εἰδότες ἡμεῖς τὴν σωτήριον ὑμῖν διδασκαλίαν προσφέρομεν· καὶ διαμαχομένους ὁρῶντες καὶ ἀντιλέγοντας καὶ τὴν θεραπείαν ἀπωθουμένους οὐκ ἀπαυδῶμεν, ἀλλὰ τῇ σπογγιᾷ τοῦ λόγου καταιονῶμεν τῆς ἀπιστίας τὸ πάθος.