Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.2
Not analysed yet
Καὶ ἔγωγε μάλα τόνδε τὸν λόγον εὖ ἔχειν ὑπείληφα. Καὶ γὰρ τὸν Σωκράτην τὸν Σωφρονίσκου φησὶν ὁ Πορφύριος εἰς ἀκολασίαν, ἡνίκα νέος ἦν, ἀποκλίναντα, σπουδῇ καὶ διδαχῇ τούτους μὲν ἀφανίσαι τοὺς τύπους, τοὺς δὲ τῆς φιλοσοφίας ἐκμάξασθαι. Πολλὰ δέ που τοιαῦτα καὶ τὰ θεῖα ἡμᾶς ἐξεπαίδευσε λόγια. Καὶ γὰρ καὶ τελώνας ὁ Σωτὴρ ὁ ἡμέτερος πλεονεκτικὸν βίον ἀσπασαμένους καὶ ἄδικον καὶ χαμαιτύπην λαγνιστάτην καὶ παρανομώτατον λῃστὴν καὶ ἄλλους πολλοὺς πονηρίᾳ ξυνεζηκότας εἰσηγήσεσι καὶ παραινέσεσιν ἐκ μὲν τοῦ βαράθρου τῆς κακίας ἀνέσπασεν, ἀρετῆς δὲ τελεωτάτης ἀπέφηνεν ἐραστάς.