Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.33
Not analysed yet
Λέγωμεν δὴ δι' ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνεστήσατο.» Εἶτα ἐπήγαγε τὴν ἀρίστην ἐκείνην καὶ θαύματος ἀξίαν ἀπόκρισιν· «Ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος· τούτου δὲ ἐκτὸς ὤν, πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ.» Παραπλήσια δὲ οὐ κατὰ τὴν φύσιν εἴρηκεν, ἀλλὰ κατ' αὐτό γε μόνον τὸ εἶναι. Ὥσπερ γὰρ αὐτός ἐστιν, οὕτως ἠβουλήθη καὶ τὰ μὴ ὄντα γενέσθαι τε καὶ εἶναι· ἀλλ' αὐτὸς μὲν ἔστι, παρ' οὐδενὸς τὸ εἶναι λαβών, τοῖς δὲ γενητοῖς αὐτὸς τὸ εἶναι δεδώρηται.