Ancient Greek
4.34 to 4.35
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.34-35
Not analysed yet
Ξυγγενῆ δὲ τοῖς εἰρημένοις καὶ τάδε· «Οὐ γὰρ χρείας ἕνεκεν ὁ θεὸς πεποίηκε τὸν κόσμον, ἵνα τιμάς τε πρὸς ἀνθρώπων καὶ πρὸς θεῶν ἄλλων καὶ δαιμόνων καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ θεῶν καὶ δαιμόνων τὰς οἰκείας λειτουργίας.» Κἀνταῦθα πάλιν ἀνενδεῆ τὸν Θεὸν ἔφησεν εἶναι, καὶ δι' ἀγαθότητά γε μόνην τὰ πάντα πεποιηκέναι· θεοὺς δὲ καὶ δαίμονας κέκληκεν, οὓς ἡμεῖς ἀγγέλους προσαγορεύομεν, καὶ τούτους γε λειτουργοὺς ἔφησεν εἶναι τοῦ τῶν ὅλων Θεοῦ.