Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.37
Not analysed yet
Σαφῶς δέ γε διὰ τούτων δεδήλωκεν, ὡς οὐκ ἐξ ὑποκειμένης ὕλης τὰ πάντα πεποίηκεν ὁ Θεός, ἀλλὰ μὴ ὄντα παρήγαγεν ὡς ἠθέλησεν. Ἀγαστὰ δὲ αὐτοῦ κἀκεῖνα καὶ θαύματος ἄξια· «Πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος;» Εἶτα ἀποκρίνεται καί φησι· «Γέγονεν.» Καὶ παρέχεται τὴν ἀπόδειξιν· «Ὁρατὸς γάρ» φησιν «ὤν, καὶ ἁπτός ἐστιν· ἁπτὸς δὲ ὤν, καὶ σῶμα ἔχει· πάντα δὲ τὰ τοιαῦτα αἰσθητά· τὰ δὲ αἰσθητὰ δόξῃ περιληπτὰ καὶ γενητὰ ἐφάνη. Τῷ δ' αὖ γενομένῳ φαμὲν ὑπ' αἰτίου τινὸς ἀναγκαῖον εἶναι γενέσθαι.»