Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.36
Not analysed yet
Ἀξιέπαινα δὲ κἀν τῇ Πολιτείᾳ ξυγγέγραφεν· «Τοῖς γενομένοις» γάρ φησι «μὴ μόνον τὸ γενέσθαι φάναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν αὐτοῖς ὑπ' ἐκείνου προσεῖναι, οὐκ οὐσίας ὄντος τἀγαθοῦ, ἀλλ' ἐπέκεινα οὐσίας, πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος.» Οὐ γάρ τοι μόνον, φησί, κοινὸν τὸ εἶδος αὐτοῖς, καθάπερ δὴ χαλκοτύπος καὶ χρυσοχόος, ἐντέθεικεν, ἀλλὰ καὶ τὴν οὐσίαν αὐτοῖς ἐδημιούργησέ τε καὶ δέδωκεν, οὐ τὴν αὐτὴν ἔχων αὐτὸς τοῖς γεγονόσι φύσιν· ὑπὲρ οὐσίαν γάρ ἐστι καὶ οὐσίας ἐπέκεινα, οὐκ ἀϊδιότητί γε μόνῃ, ἀλλὰ καὶ δυνάμει τῶν ποιημάτων ὑπέρτερος ὤν.